Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

1.16 Ῥάβεννα γὰρ αὕτη ἐν πεδίῳ μὲν κεῖται ὑπτίῳ ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, δυοῖν σταδίοιν διειργομένη μέτρῳ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, οὐκ εὐέφοδος δὲ οὔτε ναυσὶν οὔτε πεζῶν στρατῷ φαίνεται οὖσα.
1.17 αἵ τε γὰρ νῆες καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἥκιστα ἔχουσιν, ἐπεὶ αὐτὴ ἡ θάλασσα ἐμπόδιός ἐστι βράχος ποιουμένη οὐχ ἧσσον ἢ κατὰ σταδίους τριάκοντα, καὶ ἀπ’ αὐτοῦ τὴν ἠϊόνα ταύτην, καίπερ τοῖς πλέουσιν ἄγχιστα ὁρωμένην, τῇ τοῦ βράχους περιουσίᾳ ἑκαστάτω ξυμβαίνει εἶναι.
1.18 καὶ τῷ πεζῷ στρατῷ ἐσβατὴ οὐδαμῆ γίγνεται· Πάδος τε γὰρ ὁ ποταμός, ὃν καὶ Ἠριδανὸν καλοῦσιν, ἐξ ὁρίων τῶν Κελτικῶν ταύτῃ φερόμενος καὶ ποταμοὶ ἄλλοι ναυσίποροι ξὺν λίμναις τισὶ πανταχόθεν αὐτὴν περιβάλλοντες ἀμφίρρυτον ποιοῦσι τὴν πόλιν.
1.19 ἐνταῦθα γίγνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον οἷον. ἡ θάλασσα πρωῒ ποιουμένη σχῆμα ποταμοῦ ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ ἐς γῆν ἀναβαίνει καὶ πλόϊμον αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν, καὶ ἐφ’ αὑτὴν ξυνάγει τὸ ῥεῦμα.
1.20 ὅσοι οὖν ἐς τὴν πόλιν ἐσκομίζειν τὰ ἐπιτήδεια ἢ ἐνθένδε ἐκφέρειν κατ’ ἐμπορίαν ἢ κατ’ ἄλλην ἔχουσιν αἰτίαν, τὰ φορτία ἐν τοῖς πλοίοις ἐνθέμενοι, κατασπάσαντές τε αὐτὰ ἐν τῷ χωρίῳ οὗ δὴ ὁ πορθμὸς γίνεσθαι εἴωθε, προσδέχονται τὴν ἐπιρροήν.
1.21 καὶ ἐπειδὰν αὕτη ἀφίκηται, τά τε πλοῖα κατὰ βραχὺ ἐκ γῆς ἐπαιρόμενα πλεῖ καὶ οἱ ἀμφὶ ναῦται ἔργου ἐχόμενοι ναυτίλλονται ἤδη.
1.22 καὶ τοῦτο οὐκ ἐνταῦθα μόνον, ἀλλ’ εἰς ἅπασαν τὴν ἐκείνῃ ἀκτὴν ἐς ἀεὶ γίγνεται, ἄχρι ἐς Ἀκυληίαν πόλιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi