Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

7.17 “Οὔτε ταῦτα, ὦ Γότθων ἀρχηγέ, ταύτῃ ᾗπερ εἴρηκας ἔχει, οὐτ’ ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο.
7.18 μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστι.
7.19 λόγους δέ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴπῃ, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ’ ὁ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον.
7.20 ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πρᾴως· ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται.
7.21 οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ’ αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν ἥν σοι ἔγραψεν ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ
7.22 αὐτοῖς δώσομεν.” ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον.
7.23 εἶχε δὲ ὧδε· “Ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, ἀλλ’ ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε.
7.24 ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἀλλόγνωτα Γότθους καλοῦμεν, ἀλλ’ ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi