Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

6.20 ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγμοσύνῃ γεωργὸς εἴην ἢ ἐν μερίμναις βασιλικαῖς βιῴην, κινδύνους ἐκ κινδύνων παραπεμπούσαις.
6.21 ἀλλὰ πέμπε ἄνδρα ὡς τάχιστα, ὅτῳ με Ἰταλίαν τε καὶ τὰ τῆς βασιλείας πράγματα παραδοῦναι προσήκει.”
6.22 Θευδάτου μὲν ἡ γραφὴ τοσαῦτα ἐδήλου. βασιλεὺς δὲ ὑπεράγαν ἡσθεὶς ἀμείβεται ὧδε· “Πάλαι μέν σε ξυνετὸν εἶναι ἀκοῇ εἶχον, νῦν δὲ καὶ τῇ πείρᾳ μεμαθηκὼς οἶδα οἷς οὐκ ἔγνωκας τὸ τοῦ πολέμου καραδοκεῖν πέρας.
6.23 ὅπερ ἤδη πεπονθότες τινὲς ἐν τοῖς μεγίστοις ἐσφάλησαν. καί σοι οὔ ποτε μεταμελήσει φίλους ἡμᾶς ἀντὶ πολεμίων ποιησαμένῳ.
6.24 ἀλλὰ καὶ ταῦτα ἅπερ αἰτεῖς παρ’ ἡμῶν ἕξεις, καὶ προσέσται σοι ἐν ταῖς πρώταις Ῥωμαίων τιμαῖς ἀναγράπτῳ εἶναι.
6.25 νῦν μὲν οὖν Ἀθανάσιόν τε καὶ Πέτρον ἀπέσταλκα, ὅπως ὁμολογίᾳ τινὶ ἑκατέρῳ τὸ βέβαιον ἔσται. ἥξει δὲ ὅσον οὔπω καὶ Βελισάριος παρὰ σέ, πέρας ἅπασιν
6.26 ἐπιθήσων ὅσα ἂν ἐν ἡμῖν ξυγκείμενα ᾖ.” ταῦτα βασιλεὺς γράψας Ἀθανάσιόν τε τὸν Ἀλεξάνδρου ἀδελφόν, ὃς πρώην ἐς Ἀταλάριχον, ὥσπερ ἐρρήθη, ἐπρέσβευσε, καὶ Πέτρον αὖθις τὸν ῥήτορα ἔπεμψεν, οὗ πρόσθεν ἐμνήσθην, ἐντειλάμενος τὰ μὲν χωρία τῆς βασιλέως οἰκίας, ἣν πατριμώνιον καλοῦσι, Θευδάτῳ νεῖμαι, γράμματα δὲ καὶ ὅρκους ὀχύρωμα ταῖς ξυνθήκαις ποιησαμένους οὕτω δὴ ἐκ Σικελίας Βελισάριον μεταπέμψασθαι, ἐφ’ ᾧ τά τε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν ἐν φυλακῇ ἔχοι.
6.27 καὶ Βελισαρίῳ ἐπέστειλεν ὥστε αὐτοῖς, ἐπειδὰν μεταπέμψωνται, κατὰ τάχος ἥκειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi