Kitap 5
5.19
οὐκ ἐξεπίτηδες μέντοι αὐτῷ πεποίηται τοῦτο, ἀλλά τις τῷ ἀνθρώπῳ ξυνέβη τύχη πᾶσαν ἀνασωσαμένῳ τὴν νῆσον Ῥωμαίοις ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τὰς Συρακούσας ἐσεληλακέναι, τήν τε τῶν ὑπάτων ἀρχήν, οὐχ ᾗπερ εἰώθει ἐν τῷ Βυζαντίου βουλευτηρίῳ, ἀλλ’ ἐνταῦθα καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι. Βελισαρίῳ μὲν οὖν οὕτω δὴ εὐημερῆσαι ξυνέτυχεν.
6.1
Ἐπεὶ δὲ ταῦτα Πέτρος ἔμαθεν, ἐγκείμενος πολλῷ ἔτι μᾶλλον καὶ δεδισσόμενος Θευδάτον οὐκέτι ἀνίει.
6.2
καὶ ὃς ἀποδειλιάσας τε καὶ ἐς ἀφασίαν ἐμπεπτωκώς, οὐχ ἧσσον ἢ εἰ δορυάλωτος ξὺν τῷ Γελίμερι αὐτὸς ἐγεγόνει, ἐς λόγους τῷ Πέτρῳ κρύφα τῶν ἄλλων ἁπάντων ἦλθεν, ἔς τε ξύμβασιν ἐν σφίσιν ἦλθεν, ἐφ’ ᾧ Θευδάτος Ἰουστινιανῷ βασιλεῖ Σικελίας ἐκστήσεται πάσης, πέμψει δὲ αὐτῷ καὶ στέφανον χρυσοῦν ἀνὰ πᾶν ἔτος κατὰ τριακοσίας ἕλκοντα λίτρας, Γότθους τε ἄνδρας μαχίμους ἐς τρισχιλίους, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη, Θευδάτῳ δὲ αὐτῷ ἐξουσίαν οὐδαμῆ ἔσεσθαι τῶν τινα ἱερέων ἢ βουλευτῶν ἀποκτιννύναι, ἢ ἀνάγραπτον ἐς τὸ δημόσιον αὐτοῦ τὴν οὐσίαν ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ·
6.3
ἢν δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἢ ἄλλο βουλῆς ἀξίωμα Θευδάτος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώσειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι·
6.4
εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θευδάτον, ἔν τε θεάτροις καὶ ἱπποδρομίαις καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον δεήσει γενέσθαι.