Kitap 5
5.4
εἵποντο δὲ καὶ Οὖννοι ξύμμαχοι διακόσιοι καὶ Μαυρούσιοι τριακόσιοι. στρατηγὸς δὲ αὐτοκράτωρ ἐφ’ ἅπασι Βελισάριος ἦν, δορυφόρους τε καὶ ὑπασπιστὰς πολλούς τε καὶ δοκίμους ἔχων.
5.5
εἵπετο δὲ αὐτῷ καὶ Φώτιος, ὁ τῆς γυναικὸς Ἀντωνίνης υἱὸς ἐκ γάμων προτέρων, νέος μὲν ὢν ἔτι καὶ πρῶτον ὑπηνήτης, ξυνετώτατος δὲ καὶ φύσεως ἰσχὺν ὑπὲρ τὴν ἡλικίαν δηλώσας.
5.6
βασιλεύς τε Βελισαρίῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν τῷ λόγῳ στέλλεσθαι, ἐπειδὰν δὲ ἐς Σικελίαν ἀφίκωνται, ὡς δὴ κατὰ χρείαν τινὰ ἐνταῦθα ἀποβάντας πειρᾶσθαι τῆς νήσου.
5.7
καὶ ἢν μὲν δυνατὰ ᾖ ὑποχειρίαν αὐτὴν οὐδενὶ πόνῳ ποιήσασθαι, κατέχειν τε καὶ αὐτῆς μηκέτι μεθίεσθαι· ἢν δέ τι ἐμπόδιον ὑπαντιάσῃ, πλεῖν κατὰ τάχος ἐπὶ Λιβύης, οὐδενὶ αἴσθησιν τῆς βουλήσεως παρεχομένους.
5.8
Πέμψας δὲ καὶ παρὰ Φράγγων τοὺς ἡγεμόνας ἔγραψε τάδε· “Γότθοι Ἰταλίαν τὴν ἡμετέραν βίᾳ ἑλόντες οὐχ ὅσον αὐτὴν ἀποδιδόναι οὐδαμῆ ἔγνωσαν, ἀλλὰ καὶ προσηδικήκασιν ἡμᾶς οὔτε φορητὰ οὔτε μέτρια.
5.9
διόπερ ἡμεῖς μὲν στρατεύειν ἐπ’ αὐτοὺς ἠναγκάσμεθα, ὑμᾶς δὲ εἰκὸς ξυνδιαφέρειν ἡμῖν πόλεμον τόνδε, ὃν ἡμῖν κοινὸν εἶναι ποιεῖ δόξα τε ὀρθή, ἀποσειομένη τὴν Ἀρειανῶν γνώμην, καὶ τὸ ἐς Γότθους ἀμφοτέρων ἔχθος.”
5.10
τοσαῦτα μὲν βασιλεὺς ἔγραψε· καὶ χρήμασιν αὐτοὺς δωρησάμενος, πλείονα δώσειν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ὡμολόγησεν. οἱ δὲ αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ξυμμαχήσειν ὑπέσχοντο.
5.11
Μοῦνδος μὲν οὖν καὶ ἡ ξὺν αὐτῷ στρατιὰ ἐς Δαλματίαν ἀφικόμενοι καὶ Γότθοις τοῖς ἐκείνῃ ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε τῇ ξυμβολῇ, Σάλωνας ἔσχον.