Kitap 5
4.30
ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται. Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται.
4.31
Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς ἐν τιμῇ τε καὶ σπουδῇ ἔχων, Πέτρον τε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ ὡς μάλιστα ἀκουσίου, Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο.
5.1
Ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε. βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν ἔχων.
5.2
καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔς τε Δαλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν ʽἦν δὲ ὁ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖς τε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμιἀ, Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους μάλιστα ἔχοντα.
5.3
ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνός τε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων, γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνός τε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανός τε καὶ Παῦλος καὶ Δημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων Ἔννης.