Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

4.5 μεταπεμψαμένη τοίνυν αὐτόν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ ὁ παῖς ἐπίδοξος εἴη ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε· τῶν τε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραινομένου ᾐσθῆσθαι.
4.6 ἐπεί τε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθους τε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς τὴν βασιλείαν ἐμπόδιον εἴη.
4.7 ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι, εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ ἔχειν.
4.8 διὰ ταῦτα μὲν αὐτόν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν· δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κράτος οὐκ ἔλασσον ἢ πρότερον ἔχοι.
4.9 ταῦτα ἐπεὶ Θευδάτος ἤκουσεν, ἅπαντα ὅσα ἦν βουλομένῃ Ἀμαλασούνθῃ ὀμωμοκώς, ἐπὶ λόγῳ τῷ πονηρῷ ὡμολόγησεν, ἐν μνήμῃ ἔχων ὅσα δὴ ἐκείνη πρότερον ἐς αὐτὸν εἰργασμένη ἐτύγχανεν.
4.10 οὕτω μὲν Ἀμαλασοῦνθα πρός τε γνώμης τῆς οἰκείας καὶ τῶν Θευδάτῳ ὀμωμοσμένων ἀπατηθεῖσα, ἐπὶ τῆς ἀρχῆς αὐτὸν κατεστήσατο.
4.11 πρέσβεις τε πέμψασα ἐς Βυζάντιον ἄνδρας Γότθους Ἰουστινιανῷ βασιλεῖ ταῦτα ἐδήλου.
4.12 Θευδάτος δὲ τὴν ἡγεμονίαν παραλαβών, πάντα οἱ τἀναντία ὧν ἐκείνη τε ἤλπισε καὶ αὐτὸς ὑπέσχετο ἔπρασσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi