Kitap 5
3.29
οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν· Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος, χώρας τε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονώς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη.
3.30
οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.
4.1
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούς τε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτήν, ἣν δὴ πατριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι.
4.2
διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον ἡ γυνὴ διαρρήδην τε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν ἅπερ οὐ δέον ἀφείλετο, οὕτω τε αὐτὸν ἀπεπέμψατο.
4.3
καὶ ἀπ’ αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειν τε καὶ βιάζεσθαι ἀδύνατος ἦν.
4.4
Ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν ἐργάσηται μεῖζον.