Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

3.22 μὴ δῆτα, μὴ σύ γε, ὦ βασιλεῦ, ἀλλ’ ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, ἄλλων τε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ’ ὧν σοι ἡ τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε.
3.23 καίτοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον ὅτου ἂν δέοιτο ὑπουργῶν φαίνοιτο.
3.24 ἐκλογίζου δὲ ὡς τηνικαῦτα ὁ στόλος ὁ σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν οὔτε τῶν ἐνθένδε ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι.
3.25 ὥστε σοι τὸ τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν· ὁ γὰρ τοῖς ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος.
3.26 τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν ἐπικρατήσεως, ὦ βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦσθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμόμεθα μέρος.
3.27 νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, πέτραν, ὦ βασιλεῦ, μίαν ὅσον οὐδὲ ἀργυρίου ἀξίαν, ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν, ἐν τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς
3.28 σῆς βασιλείας οὖσα ἐτύγχανε.” ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε· λάθρα δὲ αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi