Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

29.35 Ἐν ᾧ δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ὁ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, ἵππους δὲ πολλῷ πλείους διέφθειρον.
29.36 ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ἡ ὀλιγανθρωπία διαφανὴς ἦν, πολύ τε τὸ διαλλάσσον τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη.
29.37 ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ’ αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον.
29.38 οὐ μὴν οὐδὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ ἡ τροπὴ κατὰ κράτος ἐγίνετο.
29.39 Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ’ αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς αὐτούς.
29.40 μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν. καὶ ἀπ’ αὐτοῦ οἵ τε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι ἀδεέστερον διεσώθησαν.
29.41 Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ’ αὐτὸν τεσσαράκοντα καὶ δύο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi