Kitap 5
28.21
Οὕτως μὲν οὖν ἱππομαχίαν μόνον ἐκείνῃ τῇ ἡμέρᾳ ποιήσασθαι ἤθελεν, καὶ τῶν ἄλλων πεζῶν οἱ πλεῖστοι ἤδη μένειν ἐν τοῖς καθεστῶσιν οὐκ ἀξιοῦντες, ἵππους τε τῶν πολεμίων ληϊσάμενοι καὶ τοῦ ἱππεύειν οὐκ ἀμελέτητοι γεγενημένοι,
28.22
ἱππόται ἦσαν. τοὺς δὲ πεζούς, ὀλίγους τε ὄντας καὶ οὔτε φάλαγγα ἔχοντας λόγου ἀξίαν ποιήσασθαι οὔτε τοῖς βαρβάροις θαρσήσαντάς πω ἐς χεῖρας ἰέναι, ἀλλ’ ἐς φυγὴν ἀεὶ ἐν τῇ πρώτῃ ὁρμῇ καθισταμένους, οὐκ ἀσφαλὲς ἐνόμιζεν εἶναι ἄποθεν τοῦ περιβόλου παρατάσσεσθαι, ἀλλ’ αὐτοῦ ἄγχιστα τῆς τάφρου ἐν τάξει μένειν, ὅπως, εἴ γε σφῶν τοὺς ἱππέας τρέπεσθαι ξυμβαίνοι, δέχεσθαί τε οἷοί τε ὦσι τοὺς φεύγοντας καὶ ξὺν αὐτοῖς ἅτε ἀκμῆτες τοὺς ἐναντίους ἀμύνεσθαι.
28.23
Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφός, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε·
28.24
“Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆ πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι’ οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν.
28.25
εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ’ οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι.