Kitap 5
27.29
διὰ ταῦτα μὲν Βελισάριος ἰσχυρίζετο τοὺς βαρβάρους ἐν ταύταις δὴ ταῖς ξυμβολαῖς πρὸς Ῥωμαίων ἡσσῆσθαι. Γότθοι δὲ τῶν σφίσι ξυμβεβηκότων τὸ παράλογον ἐν νῷ ἔχοντες οὔτε κατ’ ὀλίγους τὸ λοιπὸν ἐπὶ τὸν Ῥώμης περίβολον ἐχώρουν οὔτε τοὺς πολεμίους ἐνοχλοῦντας ἐδίωκον, πλήν γε δὴ ὅσον ἐκ τῶν χαρακωμάτων ἀπώσασθαι.
28.1
Ὕστερον δὲ Ῥωμαῖοι μὲν ἅπαντες, ἐπαρθέντες τοῖς φθάσασιν εὐτυχήμασι, παντί τε τῷ Γότθων στρατεύματι ὤργων διὰ μάχης ἰέναι καὶ πολεμητέα εἶναι ἐκ τοῦ ἐμφανοῦς σφίσιν ᾤοντο.
28.2
Βελισάριος δέ, πάμπολυ ἔτι εἶναι τὸ διαφέρον ἐν ἀμφοτέροις οἰόμενος, ὤκνει τε ἀεὶ τῷ παντὶ διακινδυνεύειν στρατεύματι καὶ τὰς ἐπεκδρομὰς ἐσπούδαζέ τε ἔτι μᾶλλον καὶ ἐπενόει ἐπὶ τοὺς πολεμίους.
28.3
ἐπεὶ δὲ κακιζόμενος πρός τε τοῦ στρατοῦ καὶ Ῥωμαίων τῶν ἄλλων ἀπεῖπε, παντὶ μὲν τῷ στρατῷ μάχεσθαι ἤθελε, τὴν δὲ ξυμβολὴν ἐξ ἐπιδρομῆς οὐδέν τι ἧσσον ποιήσασθαι.
28.4
πολλάκις τε ἀπεκρούσθη ἐς τοῦτο ὁρμήσας, καὶ τὴν ἔφοδον ἐς τὴν ὑστεραίαν ἀποθέσθαι ἠνάγκαστο, ἐπεὶ προγνόντας τὰ ἐσόμενα πρὸς τῶν αὐτομόλων τοὺς πολεμίους ἐν παρασκευῇ παρὰ δόξαν εὗρε.
28.5
διὸ δὴ καὶ ἐκ τοῦ ἐμφανοῦς διαμαχήσασθαι τὸ λοιπὸν ἤθελε, καὶ οἱ βάρβαροι ἄσμενοι ἐς τὴν μάχην καθίσταντο. καὶ ἐπεὶ ἀμφοτέροις τὰ ἐς τὴν ξυμβολὴν ὡς ἄριστα ἤσκητο, Βελισάριος μὲν ἀγείρας τὸ στράτευμα ὅλον τοιάδε παρεκελεύσατο·