Kitap 5
27.8
οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες.
27.9
καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἢ ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντές τε οἱ Γότθοι ἐνέκειντο.
27.10
ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τά τε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο.
27.11
λέγονται δὲ Γότθοι οὐχ ἧσσον ἢ χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
27.12
ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἢ ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι.
27.13
πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ’ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται, ταὐτὰ ἔδρασε.
27.14
τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν.
27.15
Οὐίττιγις δὲ ʽοὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτησ̓ ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ’ αὐτοὺς τὴν ἔφοδον ποιοίη.