Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

26.19 οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου, ἐχυροῦ ἐς τὰ μάλιστα ὄντος.
27.1 Ταῦτα μὲν οὖν, ἐπειδὴ τειχομαχοῦντες ἀπεκρούσθησαν, τρίτῃ ἡμέρᾳ οἱ Γότθοι ἔδρασαν. ἡμέραις δὲ ὕστερον εἴκοσιν ἢ ὁ Πόρτος ἥ τε πόλις καὶ ὁ λιμὴν ἑάλω, Μαρτῖνός τε καὶ Βαλεριανὸς ἧκον, ἑξακοσίους τε καὶ χιλίους στρατιώτας ἱππεῖς ἐπαγομένω.
27.2 καὶ αὐτῶν οἱ πλεῖστοι Οὖννοί τε ἦσαν καὶ Σκλαβηνοὶ καὶ Ἄνται, οἳ ὑπὲρ ποταμὸν Ἴστρον οὐ μακρὰν τῆς ἐκείνῃ ὄχθης ἵδρυνται.
27.3 Βελισάριος δὲ ἥσθη τε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι τὸ λοιπὸν ᾤετο.
27.4 τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆ τε καὶ δραστήριον, Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ.
27.5 ἢν δὲ οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐδὲ ξίφους ἢ δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκα τέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειν τε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ.
27.6 ταῦτα ἐπιστείλας, τῶν τε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.
27.7 καὶ οἱ μέν. καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi