Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

3.7 ἀνθρώπῳ γὰρ οὐδὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτά, μή τί γε δὴ τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα.
3.8 ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ἢ ὅτι ἀγαθός τε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ ἔχει.
3.9 λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται.
3.10 Ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω.
3.11 διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο· οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ.
3.12 διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν.
3.13 ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων.
3.14 ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ’ ᾧ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi