Kitap 5
25.13
Ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο.
25.14
τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ’ αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν αὖθις.
25.15
ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗ δὴ ὁ προπάτωρ Μάξιμος τὸ ἐς Βαλεντινιανὸν βασιλέα πάθος εἴργαστο. δείσας δὲ μή τις πρὸς φυλάκων τῶν κατὰ πύλας ἐπιβουλὴ γένηται, καί τις ἔξωθεν χρήμασί τε αὐτοὺς κακουργήσων ἴοι, δὶς ἑκάστου μηνὸς τάς τε κλεῖς ἁπάσας ἀφανίζων ἀνενεοῦτο ἀεὶ ἐς ἕτερον σχῆμα, καὶ τοὺς φύλακας ἐς φυλακτήριον ἄλλο μακράν που ἄποθεν τοῦ προτέρου ἀντικαθίστη, τοῖς τε ἐν τῷ περιβόλῳ φυλακὴν ἔχουσιν ἐς νύκτα ἑκάστην ἑτέρους ἐφίστη.
25.16
οἶς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ’ αὐτοῦ καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ’ ἑαυτόν, ὅστις ποτὲ ὁ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις ἡ προσήκουσα ἐς αὐτὸν γίνοιτο.
25.17
καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μηδὲ ἄποθέν τις ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι.
25.18
Τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνακλῖναι λάθρα ἐπειράσαντο.