Kitap 5
25.9
ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοι τε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες, ὅπη τοὺς πολεμίους ἢ καθεύδοντας ἢ ὁδῷ ἰόντας κατ’ ὀλίγους εὑρήσειαν ʽοἷα πολλὰ ἐν στρατῷ μεγάλῳ γίνεσθαι εἴωθεν, ἄλλων τε ἀναγκαίων χρειῶν ἕνεκα καὶ τοῦ βόσκειν ἵππους τε καὶ ἡμιόνους καὶ ζῷα ὅσα ἐς βρῶσιν ἐπιτήδεια ἦν’ ἔκτεινόν τε καὶ κατὰ τάχος ἐσκυλευκότες, πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων ὑπεχώρουν δρόμῳ, ἄνδρες φύσει τε ποδώκεις καὶ κούφως ἐσκευασμένοι καὶ τῇ φυγῇ προλαμβάνοντες.
25.10
οὕτω μὲν ἐκ Ῥώμης ὑποχωρεῖν ὁ πολὺς ὅμιλος ἴσχυον, καὶ οἱ μὲν ἐπὶ Καμπανίας, οἱ δὲ ἐπὶ Σικελίας ᾔεσαν, οἱ δὲ ὅπη ῥᾷόν τε σφίσιν ἐνομίσθη καὶ βέλτιον εἶναι.
25.11
Βελισάριος δὲ ὁρῶν τόν τε τῶν στρατιωτῶν ἀριθμὸν ἥκιστα ἐς τὴν τοῦ τείχους περίοδον ἐξικνούμενον, ὀλίγοι τε γὰρ ἦσαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, καὶ οὐκ ἀεὶ φυλάσσειν οἱ αὐτοὶ ἄϋπνοι ἴσχυον, ἀλλ’ οἱ μὲν ὕπνον, ὡς τὸ εἰκός, ᾑροῦντο, οἱ δὲ ἐς τὴν φυλακὴν ἐτετάχατο, καὶ τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳ τε πιεζομένους καὶ τῶν ἀναγκαίων σπανίζοντας, ἅτε γὰρ βαναύσοις ἀνθρώποις ἐφήμερά τε ἅπαντα ἔχουσι καὶ ἀργεῖν διὰ τὴν πολιορκίαν ἠναγκασμένοις πόρος οὐδεὶς τῶν ἐπιτηδείων ἐγίνετο, στρατιώτας τε καὶ ἰδιώτας ξυνέμιξε καὶ φυλακτηρίῳ ἑκάστῳ ἔνειμε, ῥητόν τινα μισθὸν ἰδιώτῃ ἀνδρὶ τάξας ἐς ἡμέραν ἑκάστην.
25.12
ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν ἡ φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόν τε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν.