Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

25.3 ταὐτὸ δὲ τοῦτο ποιεῖν καὶ τοῖς στρατιώταις ἐπήγγελλεν, εἴ τινι οἰκέτης ἢ θεράπαινα ἦν. οὐ γὰρ ἔτι οἷός τε εἶναι τὰς σιτήσεις αὐτοῖς ἔφασκεν ἐν πολιορκίᾳ κατὰ τὰ εἰωθότα παρέχεσθαι, ἀλλ’ αὐτοὺς τὸ μὲν ἥμισυ ἐς ἡμέραν ἑκάστην ἐν αὐτοῖς φέρεσθαι τοῖς ἐπιτηδείοις ἐπάναγκες εἶναι, τὸ δὲ λειπόμενον ἐν ἀργυρίῳ.
25.4 οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ πλῆθος πολὺ αὐτίκα ἐς Καμπανίαν ᾔει. ἐκομίζοντο δὲ οἱ μὲν πλοίων ἐπιτυχόντες ἅπερ ἐν τῷ Ῥώμης λιμένι ὡρμίζετο, οἱ δὲ καὶ πεζῇ ὁδῷ τῇ καλουμένῃ Ἀππίᾳ ἰόντες.
25.5 κίνδυνός τε οὐδεὶς ἢ δέος ἐκ τῶν πολιορκούντων ἐγίνετο οὔτε τοῖς ταύτῃ βαδίζουσιν οὔτε τοῖς ἐπὶ τοῦ λιμένος ἰοῦσιν.
25.6 οἱ γὰρ πολέμιοι οὔτε Ῥώμην ξύμπασαν τοῖς χαρακώμασι περιβαλέσθαι διὰ μέγεθος τῆς πόλεως οἷοί τε ἦσαν οὔτε κατ’ ὀλίγους ἐτόλμων μακρὰν ἀπολείπεσθαι τῶν στρατοπέδων, φοβούμενοι τὰς ἐπεκδρομὰς τῶν ἐναντίων.
25.7 καὶ δι’ αὐτὸ τοῖς πολιορκουμένοις ἐπὶ χρόνον τινὰ πολλὴ ἐξουσία ἐγίνετο τῆς τε πόλεως ἀπανίστασθαι καὶ τὰ ἐπιτήδεια ἔξωθεν ἐς αὐτὴν ἐσκομίζεσθαι.
25.8 μάλιστα δὲ νύκτωρ οἱ βάρβαροι ἐς δέος τε ἀεὶ μέγα καθίσταντο καὶ φυλακὰς ποιούμενοι ἐν τοῖς στρατοπέδοις ἡσύχαζον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi