Kitap 4
25.3
ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης ὁ τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο.
25.4
γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης.
25.5
ὁ μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν.
25.6
ὁ δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς.
25.7
ὁ μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι.
25.8
ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, ᾧ δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι.
25.9
οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο.
25.10
ὁ μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ’ ᾧ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων.