Kitap 4
23.26
οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ’ ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων πεπόνθασι.
23.27
διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα.
23.28
Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας.
23.29
οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν ἀνασωσάμενος βασιλεῖ.
23.30
οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν ἤδη.
23.31
Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ’ ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι,
23.32
ἐθελούσιοι δὲ αὐτοῦ μείναντες. Ἰωάννης δέ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.
24.1
Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα,
24.2
ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινάς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες.