Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

23.19 στράτευμα δέξασθαι.” οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης κυρίους ἐς Καρχηδόνα ἔπλει.
23.20 οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ διδόναι ἠξίου.
23.21 καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιωτας τινὰς διδόναι ἐδεῖτο, λαβων τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενοει τοιάδε.
23.22 νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους ἃ δὴ Ῥωμαίων οἱ στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι.
23.23 ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς λόγοι πολλοῦ ἄξιον στράτευμα πέμψειεν.
23.24 οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι πυλίδα μίαν.
23.25 οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο· ἥ τε ἀμφὶ Γερμανῷ φήμη ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi