Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

22.15 οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι.
22.16 καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο τὸν Σολόμωνα.
22.17 ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους, ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν· αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς,
22.18 Σολόμωνος δὲ ἀδελφιδοῦς εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν.
22.19 οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ’ ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν.
22.20 οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν.
23.1 Ἀντάλας δὲ καὶ ὁ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώτας τε ὀλίγους τινὰς καὶ Βανδίλους ἔχων.
23.2 Ἰωάννης δὲ ὁ Σισινιόλου, πολλὰ λιπαρούντων Λιβύων, στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi