Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

3.6 οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς ὄπισθεν βάδην προσιόντας ἀπολιπών.
3.7 οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥωμαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε.
3.8 Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ’ αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφός, ὄπισθεν δὲ οἱ Μαυρούσιοι ἐτετάχατο.
3.9 αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι.
3.10 Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ’ αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτούς.
3.11 καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τόν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν.
3.12 αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ Ῥωμαίων στρατόπεδον ἀνεχώρησε.
3.13 τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi