Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

22.1 Τελευτήσαντος δὲ Σολόμωνος, Σέργιος αὐτοῦ, ὥσπερ εἴρηται, ἀδελφιδοῦς ὤν, δόντος βασιλέως παρέλαβε τὴν Λιβύης ἀρχήν.
22.2 ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντές τε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μέν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόν τε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἀπάντων, ὕβριζέ τε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτου τε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος· οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρός τε καὶ μαλθακὸς παντάπασιν ἦν· οἱ δὲ Λίβυες διά τε ταῦτα καὶ ὅτι γυναικῶν τε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς ἐγεγόνει.
22.3 μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ ἀνθρώπου ἀτεχνῶς ἔτυχε.
22.4 διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις ἠβούλετο.
22.5 τῷ δὲ Ἀντάλᾳ οἵ τε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετάπεμπτος ἦλθεν.
22.6 ἐπεί τε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόν τε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα ἔγραψεν.
22.7 ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Δοῦλος μὲν εἶναι τῆς σῆς βασιλείας οὐκ ἂν οὐδὲ αὐτὸς ἀρνηθείην, Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπονθότες ἀνόσια ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi