Kitap 4
21.1
Τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόν τε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος ὁ πρεσβύτερος,
21.2
Τριπόλεως δὲ Σέργιος. Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παρ’ αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως ὁ Σέργιος δῶρά τε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην κρατύνηται.
21.3
Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθείς, Τριπολίτῃ ἀνδρί, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ’ ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν ἐκέλευσε.
21.4
τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύσαντες κτείνωσιν.
21.5
ἐπειδή τε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλα τε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια σφίσιν οὐ δέον δηϊῶσαι.
21.6
ἅπερ ὁ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς ἐφ’ οὗπερ καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι.
21.7
καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπόδιος εἶναι.
21.8
ἔς τε θόρυβον ἐνθένδε καταστάντες οἱ ἄλλοι ἀμφ’ αὐτὸν ἤδη ξυνέρρεον.