Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

20.27 τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει. ὁ δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν.
20.28 ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐνθένδε ἐξεῖλον.
20.29 ἀφ’ ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι.
20.30 Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ ἐς φόρου ἀπαγωγὴν προσεποίησε·
20.31 Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ πλήν γε δὴ πόλεως Καισαρείας ἔχων.
20.32 ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις· ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ χώρᾳ.
20.33 καὶ ἀπ’ αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi