Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

20.20 οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον.
20.21 Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε.
20.22 Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.
20.23 Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα· πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι· οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο.
20.24 ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν χρημάτων καταστησάμενος.
20.25 οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν.
20.26 ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν· αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου καταγελῶσαι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi