Kitap 4
19.3
Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίως τε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶν τε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔς τε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης. πόλιν τε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα διεσώσατο.
19.4
καὶ ἐγένετο Λιβύη ἐπ’ ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων.
19.5
Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις ἐστράτευε.
19.6
καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἔπεμψεν.
19.7
ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον.
19.8
ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων προσεδρείᾳ ἐπιέζετο ἤδη.
19.9
ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα· τοῦ στρατοπέδου ἀπεῖχεν οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι τοῖς πολεμίοις.
19.10
οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ,
19.11
ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε. Ἀβίγας ὁ ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις ᾖ τοῖς ταύτῃ ἀνθρώποις.