Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

18.14 οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγέν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ’ αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάν τε ῥᾳδίως τῇ μάχῃ καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.
18.15 καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερμανὸν ζωγρήσαντες ἦγον.
18.16 ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης.
18.17 Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν ἤσκητο.
18.18 ἐληλεγμένον τε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτω τε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἡ ἐπιβουλὴ ἐτελεύτησεν ὧδε.
19.1 Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν· στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ Ἰωάννην τὸν Σισινιόλου υἱόν.
19.2 Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι ἦλθον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi