Kitap 4
18.7
ὁ δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃ τε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόν τε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τά τε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρατύνασθαι.
18.8
Ἡ μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ ὁ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις ὁ Μαξιμῖνος.
18.9
προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν.
18.10
καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους.
18.11
οἱ μὲν οὖν στασιῶται ξύν τε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵ τε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων ἐνταῦθα ξυνέρρεον.
18.12
καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι,
18.13
καταλύειν αὐτῶν τὴν δύναμιν εὐπετῶς ἔσχε· νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷ τε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας ἐπ’ αὐτοὺς ἔπεμψεν.