Kitap 4
17.34
αὖθις δὲ ἀμφ’ αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, Γερμανῷ ἅπαντες προσεχώρησαν.
17.35
μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.
18.1
Ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα.
18.2
οὗτος ὁ Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων,
18.3
τυραννίδι ἐπιθέσθαι διενοεῖτο. ἔτι τε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοις τε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγονότι καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων.
18.4
ὁ γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει.
18.5
καὶ ὅς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον ἢ τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν τῆς ἐς τὴν πολιτείαν εὐνοίας.
18.6
ὂν τοίνυν εἰθισμένον ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόν τε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆς τε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν.