Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

17.24 Ὁ μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ’ αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρατοπέδου ἐχώρησεν.
17.25 ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο.
17.26 μάχης τε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παρ’ ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι, πέμψας δὲ ὁ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ’ ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου ἐκέλευεν.
17.27 οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο.
17.28 οἵ τε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον.
17.29 ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι οὔτε τοῦ στρατηγοῦ ἐγκελευομένου ἔτι κατήκουον, παρόντων χρημάτων διὸ δὴ ὁ Γερμανός,
17.30 δείσας μὴ ξυμφρονήσαντες οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλιγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλά τε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν.
17.31 τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούς τε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν ἡσσημένων στρατόπεδον.
17.32 Στότζας δέ, κατ’ ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀναμαχούμενος παρ’ αὐτοὺς ἤλαυνεν.
17.33 αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις ἴσχυσεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi