Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

17.17 οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον,
17.18 ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο. ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ’ αὐτὸν στασιώτας ἐτρέψατο καὶ δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε.
17.19 τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ’ ἑτέρων καταλαμβανόμενοι ἔθνησκον.
17.20 τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανόν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον.
17.21 ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες.
17.22 διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη· ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον.
17.23 ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ’ αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ’ ἕτερον ἵππον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi