Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

2.20 καὶ σιωπῶ τούτων τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας μηκῦναι τὸν λόγον οὐ δύναμαι.
2.21 ἀλλ’ ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν.
2.22 ὧν ἐνθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.”
2.23 Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ’ αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι παραίνεσιν ἰδίᾳ ποιεῖσθαι.
2.24 ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε· “Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ὁ ἀγών ἐστιν ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.
2.25 νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ· ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν.
2.26 οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν·
2.27 οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ’ ἐκείνοις εὐδοξίας ὡς οὐδὲν προσηκούσης στερήσεσθε.
2.28 καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi