Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

16.18 “Εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη.
16.19 πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ’ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.
16.20 καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε.
16.21 οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος.
16.22 ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τὰ νῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα· μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους παρὰ γνώμην χωρείτω.
16.23 ἀλλ’ εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα ἡμᾶς, ἀλλ’ ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω.
16.24 τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ’ ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi