Kitap 4
15.28
ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ κατα φρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς πολεμίους ἰέναι προσήκει.
15.29
οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.”
15.30
Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε· “Ἄνδρες οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ ἄλλῃ ἀρετῇ τετυχήκατε.
15.31
οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν.
15.32
ὁ γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκός, τὴν συμφορὰν ἀπεργάζεται.
15.33
τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλους τε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων, κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται πάντων.
15.34
ἐκλογίζεσθε δὲ ὡς στρατιώταις οὖσιν ὑμῖν τὸν πάντα αἰῶνα ὁμιλεῖν τοῖς τοῦ πολέμου κινδύνοις ἀνάγκη, ἢ ὑπὲρ τῶν βασιλέως πραγμάτων, ἤν γε αὖθις ἐκείνῳ δουλεύητε, ἢ ὑπὲρ ὑμῶν αὐτῶν, ἢν τὴν ἐλευθερίαν διασώζητε ταύτην.
15.35
ὁπότερον δὲ ἀμφοῖν αἱρετώτερον, τοῦτο ἑλέσθαι ὑμῖν πάρεστιν, ἢ μαλθακιζομένοις ἐν τῷ παρόντι, ἢ ἀνδραγαθίζεσθαι βουλομένοις.