Kitap 4
15.20
πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ’ ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες εὔνοιαν.
15.21
οἷς νῦν τιμωροῦντες ἐπ’ αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.
15.22
φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις ποιοῦσιν.
15.23
ὡς μὲν οὖν ἐπ’ ἀνθρώπους ἀνοσίους τε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε· ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ’ ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω.
15.24
ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων ἀλλ’ ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθί. ζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ’ ἀεὶ τῶν οὐχ ὁσίων ἀφισταμένης.
15.25
οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ τῶν ὑπὸ Στότζο παραγγελλομένων ἀκούσουσι.
15.26
τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων ἀνάγκη.
15.27
οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι.