Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

15.10 ἐπεὶ δὲ ἡμέρα τε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.
15.11 Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο.
15.12 καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν.
15.13 ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ χαράκωμα ποιησάμενοι.
15.14 ἐς γὰρ τὴν πόλιν οὐδέτεροι εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε.
15.15 τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολήν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες τῶν πολεμίων.
15.16 ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε· “Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ Ῥωμαίοις τὰ πράγματα ἔχει.
15.17 ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες.
15.18 ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα.
15.19 ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ’ ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει τὴν δίκην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi