Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

15.2 ὁ δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιόν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος οὐδενὶ πόνῳ.
15.3 ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούς τε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, ἢ διαλαθόντες, ἢ ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐτοὺς οὐδενὶ ἐποιήσαντο.
15.4 ἦσαν δὲ οὐχ ἧσσον ἢ χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς τις ὅμιλος.
15.5 καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγύς, ἔπεμψεν ὁ Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦναι τὴν πόλιν,
15.6 ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν.
15.7 πέμψαντές τε παρ’ αὐτὸν Ἰωσήφιον, τῶν τε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς περαιτέρω βιάζεσθαι.
15.8 Στότζας δέ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόν τε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντές τε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶς τε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε.
15.9 Βελισάριος δέ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδι τε ταῦτα ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi