Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

14.29 οἱ μὲν οὖν πολλοὶ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τά τε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο· οἱ δὲ ἄλλοι ἐν τῇ πόλει διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ’ ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο.
14.30 Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν.
14.31 οἱ δὲ κατ’ ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον.
14.32 ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι ἐπαΐοντας τῶν λεγομένων.
14.33 ἦν δέ τις Θεοδώρῳ τούτῳ δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα.
14.34 διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ τάχος ἧκον.
14.35 ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ πολέμια.
14.36 ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi