Kitap 4
14.10
ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ’ ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ’ ἐφ’ ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσι τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς σιτήσεις κομίζεσθαι.
14.11
αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν.
14.12
ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους.
14.13
τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων.
14.14
οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι.
14.15
μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ’ ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι ἐργάζεσθαι ἑς ταύτην δὴ τὴν ἑορτὴν ἄγον.