Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

13.26 ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐδὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, ἣ πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα ᾖ δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μηδὲ κατὰ πρόφασιν τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι.
13.27 εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν,
13.28 πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις,
13.29 ὡς ἔμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.
13.30 Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ’ αὐτῶν διακρίνεσθαι, ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ.
13.31 οὐ γὰρ οὖν οὐδὲ τροφάς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο.
13.32 πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi