Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

2.4 ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους Καρχηδόνος ἀπέχοντι.
2.5 ἔνθα δὴ μακράν που ἀπ’ ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει τοιόνδε.
2.6 τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ εἰδότας ὅπη ἐκβήσεται.
2.7 ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δέ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν.
2.8 Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·
2.9 “Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐδὲ ἀρχῆς στερήσεως μόνον ὁ ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν, οἴκοι τε καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν·
2.10 ἀλλ’ ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτο ἡμῖν περιέστηκε τύχης τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν παίδων τῶνδε καὶ γυναικῶν καὶ χώρας καὶ πάντων χρημάτων, περιοῦσι δὲ ἡμῖν προσέσται τὸ δούλοις τε εἶναι καὶ ταῦτα ἐπιδεῖν ἅπαντα·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi