Kitap 4
12.18
ὁ δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον·
12.19
ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι. ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε.
12.20
καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνήν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων ʽἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρασ̓ διηποροῦντο.
12.21
ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες ὥρμηντο.
12.22
οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔς τε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ.
12.23
ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες, σφᾶς τε αὐτοὺς ἔκτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν.