Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

12.12 “Τὸ μὲν δέος ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ’ αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν.
12.13 ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας, ἀλλ’ εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας.
12.14 ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ ἡ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ.
12.15 τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσει ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν ὅ τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν.
12.16 ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιοι βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.”
12.17 Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο ʽοὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi