Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

12.3 γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι.
12.4 ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο ʽἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄεἰ, ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ.
12.5 ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως ἔχον.
12.6 καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν.
12.7 οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι· ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον οὗ δὴ εὐπρόσοδος ὁ Βουργάων ἦν.
12.8 κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν.
12.9 ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι.
12.10 Σολόμων δέ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο.
12.11 ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi