Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

11.51 καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν.
11.52 οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν.
11.53 τότε Μαυρούσιοι μὲν ὅσοι ἐκείνῃ ἐτετάχατο ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον,
11.54 ἐσβατὸς Ῥωμαίοις ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος ὅπερ ἄγχιστα ἦν ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον.
11.55 καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν· γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο.
11.56 καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄξοντες.
12.1 οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι.
12.2 ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi