Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

11.42 τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ’ ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ’ ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται.
11.43 καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει.
11.44 ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δέ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον.
11.45 ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ’ αὐτῶν πεποιήμεθα κράτος.
11.46 καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.”
11.47 Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει.
11.48 οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον.
11.49 καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον.
11.50 ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi