Kitap 4
1.22
πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε.
1.23
ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται.
1.24
τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσί, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται.
1.25
θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι· ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.”
2.1
Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ καὶ ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται.
2.2
αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο.
2.3
τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ’ ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε.