Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

9.10 ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτός, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλων τε ὅσοι εὐμήκεις τε ἄγαν καὶ καλοὶ τὰ σώματα ἦσαν.
9.11 ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόν τε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόν τε δῆμον ἐφ’ ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν “Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.”
9.12 ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ γεγονώς.
9.13 βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάς τε καὶ ἐκγόνους πάντας τε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν ἐνταῦθα οἰκεῖν συνεχώρησαν.
9.14 ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μετατίθεσθαι τῆς Ἀρείου δόξης ἤθελεν.
9.15 Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ ὁ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε φέρεσθαί τε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ λάφυρα.
9.16 τά τε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας ὁ δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi